ΤΜΗΜΑ ΠΡΩΤΟΝ.

 

     ῾Ο βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ

πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. Δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέ-

χειν τὰ δέοντα ποιεῦντα, ἀλλὰ καὶ τὸν νοσέοντα, καὶ τοὺς παρεόντας,

καὶ τὰ ἔξωθεν.

     ᾿Εν τῇσι ταραχῇσι τῆς κοιλίης, καὶ ἐμέτοισι, τοῖσιν αὐτο-

μάτως γιγνομένοισιν, ἢν μὲν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται,

ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μὴ, τοὐναντίον. Οὕτω

δὲ καὶ κενεαγγείη, ἢν μὲν, οἷα δεῖ γίγνεσθαι, γίγνηται, ξυμφέρει τε

καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μὴ, τοὐναντίον. ᾿Επιβλέπειν οὖν δεῖ

καὶ χώρην, καὶ ὥρην, καὶ ἡλικίην, καὶ νούσους, ἐν ᾗσι δεῖ, ἢ οὔ.

     ᾿Εν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ' ἄκρον εὐεξίαι σφαλεραὶ, ἢν ἐν

τῷ ἐσχάτῳ ἔωσιν· οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ, οὐδὲ ἀτρε-

μέειν· ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν, οὐδ' ἔτι δύνανται ἐπὶ τὸ βέλτιον 

ἐπιδιδόναι, λείπεται ἐπὶ τὸ χεῖρον· τουτέων οὖν εἵνεκεν τὴν εὐε-

ξίην λύειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λαμ-

βάνῃ τὸ σῶμα· μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν, σφαλε-

ρὸν γὰρ, ἀλλ' ὁκοίη ἂν ἡ φύσις ᾖ τοῦ μέλλοντος ὑπομένειν, ἐς τοῦτο

ἄγειν. ῾Ωσαύτως δὲ καὶ αἱ κενώσιες αἱ ἐς τὸ ἔσχατον ἄγουσαι, σφα-

λεραί· καὶ πάλιν αἱ ἀναθρέψιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, σφαλεραί.

     Αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, καὶ ἐν τοῖσι μακροῖσιν αἰεὶ

πάθεσι, καὶ ἐν τοῖσιν ὀξέσιν, οὗ μὴ ἐπιδέχεται, σφαλεραί. Καὶ 

πάλιν αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀφιγμέναι δίαιται, χαλεπαί· καὶ

γὰρ αἱ πληρώσιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, χαλεπαί.

     ᾿Εν τῇσι λεπτῇσι διαίτῃσιν ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ

μᾶλλον βλάπτονται· πᾶν γὰρ τὸ ἁμάρτημα ὃ ἂν γίνηται, μέγα

γίνεται μᾶλλον, ἢ ἐν τῇσιν ὀλίγον ἁδροτέρῃσι διαίτῃσιν· διὰ

τοῦτο καὶ τοῖσιν ὑγιαίνουσι σφαλεραὶ αἱ πάνυ λεπταὶ καὶ κα-

θεστηκυῖαι καὶ ἀκριβέες δίαιται, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον

φέρουσιν. Διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, σφαλεραὶ

ἐς τὰ πλεῖστα τῶν σμικρῷ ἁδροτέρων.

     ᾿Ες δὲ τὰ ἔσχατα νουσήματα αἱ ἔσχαται θεραπεῖαι ἐς ἀκρι-

βείην, κράτισται.

     ῞Οκου μὲν κάτοξυ τὸ νούσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους

πόνους ἔχει, καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι·

ὅκου δὲ μὴ, ἀλλ' ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκατα-

βαίνειν, ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρη τῶν ἐσχάτων ἔῃ. 

     ῾Οκόταν δὲ ἀκμάζῃ τὸ νούσημα, τότε λεπτοτάτῃ διαίτῃ

ἀναγκαῖον χρέεσθαι.

     Ξυντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ

διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει

πρότερον, καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ, ἢ ἡ νοῦσος πρότερον

ἀπαυδήσει καὶ ἀμβλυνεῖται.

     ῾Οκόσοισι μὲν οὖν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαι-

τῇν· ὁκόσοισι δὲ ἐς ὕστερον ἡ ἀκμὴ, ἐς ἐκεῖνο, καὶ πρὸ ἐκείνου

σμικρὸν, ἀφαιρετέον· ἔμπροσθεν δὲ, πιοτέρως διαιτῇν, ὡς ἂν

ἐξαρκέσῃ ὁ νοσέων.

     ᾿Εν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή· τὸ προσ-

τιθέναι γὰρ βλάβη· καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται, ἐν τοῖσι

παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή.

     Τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ

νοῦσοι, καὶ αἱ ὧραι τοῦ ἔτεος, καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας

ἀνταποδόσιες, ἤν τε καθ' ἡμέρην, ἤν τε παρ' ἡμέρην, ἤν τε καὶ

διὰ πλείονος χρόνου γίγνωνται· ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν,

οἷον ἐν πλευριτικοῖσι πτύελον ἢν μὲν αὐτίκα ἐπιφαίνηται, 

ἀρχομένου, βραχύνει, ἢν δ' ὕστερον ἐπιφαίνηται, μηκύνει·

καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες, καὶ δύσκριτα καὶ

εὔκριτα, καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα, ἐπιφαινόμενα,

δηλοῖ.

     Γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον, οἱ καθε-

στηκότες, ἥκιστα, μειράκια, πάντων δὲ μάλιστα, παιδία, του-

τέων δὲ αὐτέων ἃ ἂν τύχῃ αὐτὰ ἑωυτέων προθυμότερα ἐόντα.

     Τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης

οὖν δεῖται τροφῆς· εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται· γέρουσι δὲ

ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται· ὑπὸ

πολλῶν γὰρ ἀποσβέννυται· διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι

γέρουσιν οὐχ ὁμοίως ὀξέες· ψυχρὸν γὰρ τὸ σῶμα.

     Αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει, καὶ ὕπνοι

μακρότατοι· ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι, καὶ τὰ προσάρματα

πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πλεῖστον ἔχει· τροφῆς

οὖν πλείονος δεῖται· σημεῖον, αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.

     Αἱ ὑγραὶ δίαιται πᾶσι τοῖσι πυρεταίνουσι ξυμφέρουσι,

μάλιστα δὲ παιδίοισι, καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι

διαιτᾶσθαι.

     Καὶ οἷσιν ἅπαξ, ἢ δὶς, καὶ πλείω ἢ ἐλάσσω, καὶ 

κατὰ μέρος· δοτέον δέ τι καὶ τῷ ἔθει, καὶ τῇ ὥρῃ, καὶ τῇ

χώρῃ, καὶ τῇ ἡλικίῃ.

     Θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι,

χειμῶνος ῥήϊστα, ἦρος δεύτερον.

     Τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδό-

ναι, μηδ' ἀναγκάζειν, ἀλλ' ἀφαιρέειν τῶν προσθεσίων πρὸ

τῶν κρισίων.

     Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως, μὴ κινέειν, μηδὲ

νεωτεροποιέειν, μήτε φαρμακείῃσι, μήτ' ἄλλοισιν ἐρεθι-

σμοῖσιν, ἀλλ' ἐᾷν.

     ῝Α δεῖ ἄγειν, ὅκου ἂν μάλιστα ῥέπῃ, ταύτῃ ἄγειν, διὰ τῶν

ξυμφερόντων χωρίων.

     Πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν

ἀρχῇσιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πλεῖστα οὐκ ὀργᾷ. 

     Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ' ὡς ἂν χω-

ρέῃ οἷα δεῖ, καὶ φέρῃ εὐφόρως· καὶ ὅκου δεῖ μέχρι λειποθυμίης

ἄγειν, καὶ τοῦτο ποιέειν, ἢν ἐξαρκέῃ ὁ νοσέων.

     ᾿Εν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρ-

μακείῃσι χρέεσθαι, καὶ τοῦτο προεξευκρινήσαντα ποιέειν.

     ῍Ην, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε, καὶ

εὐφόρως φέρουσιν· τὰ δ' ἐναντία, δυσχερῶς.

 

                    ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.

 

     ᾿Εν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον· ἢν δὲ ὕπνος

ὠφελέῃ, οὐ θανάσιμον.

     ῞Οκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν.

     ῞Υπνος, ἀγρυπνίη, ἀμφότερα τοῦ μετρίου μᾶλλον γενόμενα,

κακόν.

     Οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ' ἄλλο οὐδὲν ἀγαθὸν, ὅ τι ἂν

μᾶλλον τῆς φύσιος ᾖ.

     Κόποι αὐτόματοι φράζουσι νούσους.

     ῾Οκόσοι, πονέοντές τι τοῦ σώματος, τὰ πολλὰ τῶν πόνων

οὐκ αἰσθάνονται, τουτέοισιν ἡ γνώμη νοσέει.

     Τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπα-

νατρέφειν, τὰ δὲ ἐν ὀλίγῳ, ὀλίγως. 

     ῍Ην ἐκ νούσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ, σημαίνει

ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται· ἢν δὲ, τροφὴν μὴ λαμ-

βάνοντος, τοῦτο γίγνηται, χρὴ εἰδέναι, ὅτι κενώσιος δεῖται.

     Τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρειν, εὔροα

ποιέειν.

     Τὰ μὴ καθαρὰ τῶν σωμάτων, ὁκόσῳ ἂν θρέψῃς

μᾶλλον, βλάψεις.

     ῾Ρᾷον πληροῦσθαι ποτοῦ, ἢ σιτίου.

     Τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν,

ὑποστροφὰς ποιέειν εἴωθεν.

     ῾Οκόσοισι κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος,

ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ

τὸ πουλύ. 

     ᾿Εν τῇσι τῆς κοιλίης ῥύσεσιν αἱ μεταβολαὶ τῶν διαχωρημάτων

ὠφελέουσιν, ἢν μὴ ἐς τὰ πονηρὰ μεταβάλλῃ.

     ῞Οκου φάρυγξ νοσέει, ἢ φύματα ἐν τῷ σώματι ἐκφύε-

ται, τὰς ἐκκρίσιας σκέπτεσθαι· ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα

ξυννοσέει· ἢν δὲ ὅμοιαι τοῖσιν ὑγιαίνουσι γίγνωνται, ἀσφα-

λὲς τὸ σῶμα τρέφειν.

     ῞Οκου λιμὸς, οὐ δεῖ πονέειν.

     ῞Οκου ἂν τροφὴ πλείων παρὰ φύσιν ἐσέλθῃ, τοῦτο

νοῦσον ποιέει, δηλοῖ δὲ ἡ ἴησις.

     Τῶν τρεφόντων ἀθρόως καὶ ταχέως, ταχεῖαι καὶ αἱ δια-

χωρήσιες γίνονται.

     Τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προδιαγο-

ρεύσιες, οὔτε τοῦ θανάτου, οὔτε τῆς ὑγιείης. 

     ῾Οκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν

ἀπογηράσκουσι ξηραίνονται· ὁκόσοισι δὲ νέοισιν ἐοῦσιν αἱ κοι-

λίαι ξηραί εἰσι, τουτέοισι πρεσβυτέροισι γινομένοισιν ὑγραί-

νονται.

     Λιμὸν θώρηξις λύει.

     ᾿Απὸ πλησμονῆς ὁκόσα ἂν νοσήματα γένηται, κένωσις

ἰῆται, καὶ ὁκόσα ἀπὸ κενώσιος, πλησμονὴ, καὶ τῶν ἄλλων ἡ

ὑπεναντίωσις.

     Τὰ ὀξέα τῶν νουσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα

ἡμέρῃσιν.

     Τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος· ἑτέρης ἑβδομάδος ἡ

ὀγδόη ἀρχὴ, θεωρητὴ δὲ ἡ ἑνδεκάτη, αὕτη γάρ ἐστι

τετάρτη τῆς ἑτέρης ἑβδομάδος· θεωρητὴ δὲ πάλιν ἡ ἑπτα-

καιδεκάτη, αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκά-

της, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης. 

     Οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες, οἱ

δὲ φθινοπωρινοὶ, μακροὶ, καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα ξυν-

άπτοντες.

     Πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι, ἢ σπασμὸν ἐπὶ

πυρετῷ.

     Τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ φο-

βέεσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως· τὰ γὰρ

πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια, καὶ οὐ πάνυ τι διαμένειν,

οὐδὲ χρονίζειν εἴωθεν.

     Τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως, τὸ διαμέ-

νειν, καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, ἢ καὶ συντήκεσθαι

μᾶλλον τοῦ κατὰ λόγον, μοχθηρόν· τὸ μὲν γὰρ μῆκος νούσου ση-

μαίνει, τὸ δὲ, ἀσθένειαν.

     ᾿Αρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει· ἀκμα-

ζουσῶν δὲ, ἡσυχίην ἔχειν βέλτιόν ἐστιν.

     Περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη, πάντα ἀσθενέστατα, περὶ δὲ

τὰς ἀκμὰς, ἰσχυρότατα.

     Τῷ ἐξ ἀῤῥωστίης εὐσιτεῦντι, μηδὲν ἐπιδιδόναι τὸ σῶμα,

μοχθηρόν. 

     ῾Ως τὰ πολλὰ πάντες οἱ φαύλως ἔχοντες, κατ' ἀρχὰς μὲν

εὐσιτεῦντες, καὶ μηδὲν ἐπιδιδόντες, πρὸς τῷ τέλει πάλιν ἀσι-

τέουσιν· οἱ δὲ κατ' ἀρχὰς μὲν ἀσιτεῦντες ἰσχυρῶς, ὕστερον δὲ

εὐσιτεῦντες, βέλτιον ἀπαλλάσσουσιν.

     ᾿Εν πάσῃ νούσῳ τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν, καὶ εὖ ἔχειν πρὸς

τὰς προσφορὰς, ἀγαθόν· τὸ δὲ ἐναντίον, κακόν.

     ᾿Εν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη

τῆς φύσιος, καὶ τῆς ἕξιος, καὶ τῆς ἡλικίης, καὶ τῆς ὥρης ἡ

νοῦσος ᾖ μᾶλλον, ἢ οἷσιν ἂν μὴ οἰκείη κατά τι τουτέων ᾖ.

     ᾿Εν πάσῃσι τῇσι νούσοισι, τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ

ἦτρον πάχος ἔχειν βέλτιόν ἐστι, τὸ δὲ σφόδρα λεπτὸν καὶ ἐκτε-

τηκὸς, μοχθηρόν· ἐπισφαλὲς δὲ τὸ τοιοῦτον καὶ πρὸς τὰς κάτω

καθάρσιας.

     Οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα, ἐν τῇσι φαρμακείῃσι

καθαιρόμενοι ἐκλύονται ταχέως, καὶ οἱ πονηρῇ τροφῇ χρεόμενοι.

     Οἱ εὖ τὰ σώματα ἔχοντες, φαρμακεύεσθαι ἐργώδεες.

     Τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ,

τῶν βελτιόνων μὲν, ἀηδεστέρων δὲ, μᾶλλον αἱρετέον.

     Οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πολλὰ νοσέουσιν ἧσσον· 

ὅσα δ' ἂν αὐτέοισι χρόνια νοσήματα γένηται, τὰ πολλὰ ξυνα-

ποθνήσκει.

     Βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαί-

νονται.

     Οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς, ἄνευ φανερῆς προφά-

σιος, ἐξαπίνης τελευτῶσιν.

     Λύειν ἀποπληξίην ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ,

οὐ ῥηΐδιον.

     Τῶν ἀπαγχομένων καὶ καταλυομένων, μηδέπω δὲ τε-

θνηκότων, οὐκ ἀναφέρουσιν, οἷσιν ἂν ἀφρὸς ᾖ περὶ τὸ στόμα.

     Οἱ παχέες σφόδρα κατὰ φύσιν, ταχυθάνατοι γίνονται

μᾶλλον τῶν ἰσχνῶν.

     Τῶν ἐπιληπτικῶν τοῖσι νέοισιν ἀπαλλαγὴν αἱ μεταβολαὶ

μάλιστα τῆς ἡλικίης, καὶ τῶν χωρίων, καὶ τῶν βίων ποιέουσιν.

     Δύο πόνων ἅμα γινομένων μὴ κατὰ τὸν αὐτὸν τόπον, ὁ

σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον.

     Περὶ τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ ξυμ-

βαίνουσι μᾶλλον, ἢ γενομένου. 

     ᾿Εν πάσῃ κινήσει τοῦ σώματος, ὁκόταν ἄρχηται πο-

νέειν, τὸ διαναπαύειν εὐθὺς, ἄκοπον.

     Οἱ εἰθισμένοι τοὺς ξυνήθεας πόνους φέρειν, κἢν ὦσιν ἀσθε-

νέες ἢ γέροντες, τῶν ἀξυνηθέων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέ-

ρουσιν.

     Τὰ ἐκ πολλοῦ χρόνου ξυνήθεα, κἂν ᾖ χείρω τῶν ἀξυνη-

θέων, ἧσσον ἐνοχλεῖν εἴωθεν· δεῖ δὲ καὶ ἐς τὰ ἀξυνήθεα μετα-

βάλλειν

     Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν, ἢ πληροῦν, ἢ θερμαί-

νειν, ἢ ψύχειν, ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινέειν, σφαλερὸν,

καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον· τὸ δὲ κατ' ὀλίγον, ἀσφαλὲς,

καὶ ἄλλως, ἤν τις ἐξ ἑτέρου ἐφ' ἕτερον μεταβαίνῃ.

     Πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ

λόγον, μὴ μεταβαίνειν ἐφ' ἕτερον, μένοντος τοῦ δόξαντος ἐξ ἀρχῆς.

     ῾Οκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσιν, νέοι μὲν ἐόντες, βέλτιον

ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλ-

λάσσουσιν· ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πουλὺ ἀπογηράσκουσιν. 

     Μεγέθει δὲ σώματος, ἐννεάσαι μὲν, ἐλευθέριον καὶ

οὐκ ἀηδές· ἐγγηρᾶσαι δὲ δύσχρηστον καὶ χεῖρον τῶν ἐλασσόνων.

 

                    ΤΜΗΜΑ ΤΡΙΤΟΝ.

 

     Αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νουσήματα, καὶ

ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταλλαγαὶ ἢ ψύξιος ἢ θάλ-

ψιος, καὶ τἄλλα κατὰ λόγον οὕτως.

     Τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ

κακῶς πεφύκασιν.

     Τῶν νούσων ἄλλαι πρὸς ἄλλας εὖ ἢ κακῶς πεφύκασι,

καὶ ἡλικίαι τινὲς πρὸς ὥρας, καὶ χώρας, καὶ διαίτας.

     ᾿Εν τῇσιν ὥρῃσιν, ὅταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλ-

πος, ὁτὲ δὲ ψῦχος γένηται, φθινοπωρινὰ τὰ νουσήματα προσδέ-

χεσθαι χρή. 

     Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ,

διαλυτικοί· ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥω-

στίῃσι πάσχουσιν. ῍Ην δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοι-

λίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων

ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι προσ-

δέχεσθαι χρή.

     ῾Οκόταν θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτας ἐν τοῖσι πυ-

ρετοῖσι πολλοὺς προσδέχεσθαι χρή.

     ᾿Εν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται· καὶ ἢν μὲν

ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιουτέον ἐὸν, οἵην τὴν κατάστασιν

ἐποίησεν, ὡς ἐπιτοπουλὺ καὶ τὰ νουσήματα τοιαῦτα δεῖ προσ-

δέχεσθαι.

     ᾿Εν τοῖσι καθεστεῶσι καιροῖσι, καὶ ὡραίως τὰ ὡραῖα ἀπο-

διδοῦσιν, εὐσταθέες καὶ εὐκρινέες αἱ νοῦσοι γίνονται, ἐν δὲ τοῖσιν

ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι.

     ᾿Εν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι, καὶ θανατωδέσταται

τοὐπίπαν, ἦρ δὲ ὑγιεινότατον, καὶ ἥκιστα θανατῶδες. 

     Τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν.

     Περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βό-

ρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη, τοῦ θέρεος,

πυρετοὺς ὀξέας, καὶ ὀφθαλμίας, καὶ δυσεντερίας γίνεσθαι, μά-

λιστα τῇσι γυναιξὶ, καὶ ἀνδρῶν τοῖσιν ὑγροῖσι τὰς φύσιας.

     ῍Ην δὲ νότιος ὁ χειμὼν καὶ ἔπομβρος καὶ εὐδιεινὸς γένη-

ται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, αἱ μὲν γυναῖκες, ᾗσιν

οἱ τόκοι πρὸς τὸ ἦρ, ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσιν· αἳ

δ' ἂν τέκωσιν, ἀκρατέα καὶ νοσώδεα τὰ παιδία τίκτουσιν,

ὥστε ἢ παραυτίκα ἀπόλλυσθαι, ἢ λεπτὰ καὶ νοσώδεα ζῇν

ἐόντα· τοῖσι δὲ ἄλλοισι βροτοῖσι δυσεντερίαι καὶ ὀφθαλμίαι

ξηραὶ γίνονται, τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοοι ξυντόμως

ἀπολλύντες.

     ῍Ην δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται, τὸ δὲ φθινό-

πωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίαι ἐς τὸν χειμῶνα γί-

νονται, καὶ βῆχες, καὶ βράγχοι, καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ φθίσιες.

     ῍Ην δὲ βόρειον ᾖ καὶ ἄνυδρον, τοῖσι μὲν ὑγροῖσι

τὰς φύσιας καὶ τῇσι γυναιξὶ ξύμφορον· τοῖσι δὲ λοιποῖσιν

ὀφθαλμίαι ἔσονται ξηραὶ, καὶ πυρετοὶ ὀξέες, καὶ κόρυζαι,

ἐνίοισι δὲ καὶ μελαγχολίαι.

     Τῶν δὲ καταστασίων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν

ἐπομβριῶν εἰσιν ὑγιεινότεροι, καὶ ἧσσον θανατώδεες.

     Νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γί-

νεται, πυρετοί τε μακροὶ, καὶ κοιλίης ῥύσιες, καὶ σηπεδόνες, καὶ

ἐπίληπτοι, καὶ ἀπόπληκτοι, καὶ κυνάγχαι· ἐν δὲ τοῖσιν αὐχμοῖσι,

φθινάδες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι, καὶ δυσεντερίαι. 

     Αἱ δὲ καθ' ἡμέρην καταστάσιες, αἱ μὲν βόρειοι τά τε 

σώματα ξυνιστᾶσι, καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ

εὐηκοώτερα ποιέουσι, καὶ τὰς κοιλίας ξηραίνουσι, καὶ τὰ ὄμματα

δάκνουσι, καὶ περὶ τὸν θώρηκα ἄλγημα ἤν τι προϋπάρχῃ,

μᾶλλον πονέουσιν· αἱ δὲ νότιοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι,

καὶ βαρυηκοΐας καὶ καρηβαρίας καὶ ἰλίγγους ποιέουσιν, ἐν δὲ

τοῖσιν ὀφθαλμοῖσι καὶ τοῖσι σώμασι δυσκινησίην, καὶ τὰς

κοιλίας ὑγραίνουσιν.

     Κατὰ δὲ τὰς ὥρας, τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος, οἱ

παῖδες καὶ οἱ τουτέων ἐχόμενοι τῇσιν ἡλικίῃσιν, ἄριστά τε διά-

γουσι, καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώ-

ρου, μέχρι μέν τινος οἱ γέροντες· τὸ δὲ λοιπὸν, καὶ τοῦ χειμῶ-

νος, οἱ μέσοι τῇσιν ἡλικίῃσιν.

     Νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι γί-

νεται, μᾶλλον δ' ἔνια κατ' ἐνίας αὐτέων καὶ γίνεται καὶ παροξύ-

νεται.

     Τοῦ μὲν γὰρ ἦρος, τὰ μανικὰ, καὶ τὰ μελαγχολικὰ, καὶ

τὰ ἐπιληπτικὰ, καὶ αἵματος ῥύσιες, καὶ κυνάγχαι, καὶ κόρυζαι, καὶ

βράγχοι, καὶ βῆχες, καὶ λέπραι, καὶ λειχῆνες, καὶ ἀλφοὶ, καὶ

ἐξανθήσιες ἑλκώδεες πλεῖσται, καὶ φύματα, καὶ ἀρθριτικά.

     Τοῦ δὲ θέρεος, ἔνιά τε τουτέων, καὶ πυρετοὶ ξυνεχέες, καὶ 

καῦσοι, καὶ τριταῖοι πλεῖστοι, καὶ ἔμετοι, καὶ διάῤῥοιαι, καὶ

ὀφθαλμίαι, καὶ ὤτων πόνοι, καὶ στομάτων ἑλκώσιες, καὶ ση-

πεδόνες αἰδοίων, καὶ ἵδρωα.

     Τοῦ δὲ φθινοπώρου, καὶ τῶν θερινῶν τὰ πολλὰ, καὶ πυ-

ρετοὶ τεταρταῖοι, καὶ πλανῆτες, καὶ σπλῆνες, καὶ ὕδρωπες, καὶ

φθίσιες, καὶ στραγγουρίαι, καὶ λειεντερίαι, καὶ δυσεντερίαι, καὶ

ἰσχιάδες, καὶ κυνάγχαι, καὶ ἄσθματα, καὶ εἰλεοὶ, καὶ ἐπιληψίαι,

καὶ τὰ μανικὰ, καὶ τὰ μελαγχολικά.

     Τοῦ δὲ χειμῶνος, πλευρίτιδες, περιπλευμονίαι, κό-

ρυζαι, βράγχοι, βῆχες, πόνοι στηθέων, πόνοι πλευρέων,

ὀσφύος, κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι.

     ᾿Εν δὲ τῇσιν ἡλικίῃσι τοιάδε ξυμβαίνει· τοῖσι μὲν

σμικροῖσι καὶ νεογνοῖσι παιδίοισιν, ἄφθαι, ἔμετοι, βῆχες,

ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες.

     Πρὸς δὲ τὸ ὀδοντοφυέειν προσάγουσιν, οὔλων ὀδα-

ξησμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι

τοὺς κυνόδοντας, καὶ τοῖσι παχυτάτοισι τῶν παίδων, καὶ τοῖσι

σκληρὰς τὰς κοιλίας ἔχουσιν.

     Πρεσβυτέροισι δὲ γενομένοισι, παρίσθμια, σπον-

δύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες,

ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριασμοὶ,

χοιράδες, καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ προειρημένα. 

     Τοῖσι δὲ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσ-

άγουσι, τουτέων τε τὰ πολλὰ, καὶ πυρετοὶ χρόνιοι μᾶλλον, καὶ

ἐκ ῥινῶν αἵματος ῥύσιες.

     Τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν

ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι,

τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν· ὅσα δ' ἂν διαμείνῃ

τοῖσι παιδίοισι, καὶ μὴ ἀπολυθῇ περὶ τὸ ἡβάσκειν, ἢ τῇσι

θηλείῃσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθεν.

     Τοῖσι δὲ νεηνίσκοισιν, αἵματος πτύσιες, φθίσιες, πυρετοὶ

ὀξέες, ἐπιληψίαι, καὶ τἄλλα νουσήματα, μάλιστα δὲ τὰ προειρη-

μένα.

     Τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην, ἄσθματα, πλευρίτιδες,

περιπλευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάῤῥοιαι

χρόνιαι, χολέραι, δυσεντερίαι, λειεντερίαι, αἱμοῤῥοΐδες.

     Τοῖσι δὲ πρεσβύτῃσι, δύσπνοιαι, κατάῤῥοοι βηχώδεες,

στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι,

ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώματος ὅλου, ἀγρυπνίαι, 

κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώ-

σιες, βαρυηκοΐαι.

 

                    ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.

 

     Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρι

ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας· τὰ δὲ νήπια καὶ τὰ πρεσβύ-

τερα εὐλαβέεσθαι χρή.

     ᾿Εν τῇσι φαρμακείῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος,

ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναντίως

ἰόντα παύειν.

     ῍Ην μὲν οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει

τε καὶ εὐφόρως φέρουσι, τὰ δὲ ἐναντία, δυσχερῶς.

     Φαρμακεύειν θέρεος μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος

δὲ τὰς κάτω.

     ῾Υπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι. 

     Τοὺς ἰσχνοὺς τοὺς εὐημέας ἄνω φαρμακεύειν, ὑποστελλο-

μένους χειμῶνα.

     Τοὺς δὲ δυσημέας καὶ μέσως εὐσάρκους, κάτω, ὑποστελ-

λομένους θέρος.

     Τοὺς δὲ φθινώδεας, ὑποστελλομένους τὰς ἄνω.

     Τοὺς δὲ μελαγχολικοὺς, ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ

λογισμῷ τἀναντία προστιθείς.

     Φαρμακεύειν ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν·

χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν.

     ῾Οκόσοισι στρόφοι, καὶ περὶ ὀμφαλὸν πόνοι, καὶ

ὀσφύος ἄλγημα μὴ λυόμενον μήτε ὑπὸ φαρμακείης, μήτ'

ἄλλως, εἰς ὕδρωπα ξηρὸν ἱδρύεται.

     ῾Οκόσοισι κοιλίαι λειεντεριώδεες, χειμῶνος φαρμακεύειν

ἄνω, κακόν.

     Πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ ῥηϊδίως ἄνω κα-

θαιρομένοισι, πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλείονι

τροφῇ καὶ ἀναπαύσει.

     ᾿Επὴν πίῃ τις ἐλλέβορον, πρὸς μὲν τὰς κινήσιας τῶν σω-

μάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ μὴ κινήσιας,

ἧσσον· δηλοῖ δὲ καὶ ἡ ναυτιλίη, ὅτι κίνησις τὰ σώματα

ταράσσει.

     ᾿Επὴν βούλῃ μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ

σῶμα· ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει, καὶ μὴ κίνει.

     ᾿Ελλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι,

σπασμὸν γὰρ ἐμποιέει.

     ᾿Απυρέτῳ ἐόντι, ἀποσιτίη, καὶ καρδιωγμὸς, καὶ σκοτό-

δινος, καὶ στόμα ἐκπικρούμενον, ἄνω φαρμακείης δέεσθαι

σημαίνει.

     Τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα ἄνω φαρμακείην ση-

μαίνει· ὁκόσα δὲ κάτω, κάτω. 

     ῾Οκόσοι ἐν τῇσι φαρμακοποσίῃσι μὴ διψῶσι, καθαιρό-

μενοι οὐ παύονται πρὶν ἢ διψήσωσιν.

     ᾿Απυρέτοισιν ἐοῦσιν, ἢν γίνηται στρόφος, καὶ γουνάτων

βάρος, καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακείης δεῖσθαι σημαίνει.

     ῾Υποχωρήματα μέλανα, οἱονεὶ αἷμα, ἀπὸ ταὐτομά-

του ἰόντα, καὶ ξὺν πυρετῷ, καὶ ἄνευ πυρετοῦ, κάκιστα· καὶ

ὁκόσῳ ἂν τὰ χρώματα πλείω καὶ πονηρότερα ᾖ, μᾶλλον 

κάκιον· ξὺν φαρμάκῳ δὲ ἄμεινον, καὶ ὁκόσῳ ἂν πλείω χρώ-

ματα ᾖ, οὐ πονηρόν.

     Νοσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἢ

ἄνω ἢ κάτω ὑπέλθῃ, θανάσιμον.

     ῾Οκόσοισιν ἐκ νουσημάτων ὀξέων ἢ πολυχρονίων, ἢ ἐκ

τρωμάτων, ἢ ἄλλως πως λελεπτυσμένοισι χολὴ μέλαινα

ἢ ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ, τῇ ὑστεραίῃ ἀποθνή-

σκουσιν.

     Δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανά-

σιμον.

     Αἷμα ἄνω μὲν ὁκοῖον ἂν ᾖ, κακὸν, κάτω δὲ, ἀγαθὸν, καὶ

τὰ μέλανα ὑποχωρέοντα.

     ῍Ην ὑπὸ δυσεντερίης ἐχομένῳ ὁκοῖαι σάρκες ὑποχω-

ρήσωσι, θανάσιμον. 

     ῾Οκόσοισιν ἐν τοῖσι πυρετοῖσιν αἱμοῤῥαγέει πλῆθος

ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσι τουτέοισιν αἱ κοιλίαι καθυ-

γραίνονται.

     ῾Οκόσοισι χολώδεα τὰ διαχωρήματα, κωφώσιος γενο-

μένης παύεται, καὶ ὁκόσοισι κώφωσις, χολωδέων γενομέ-

νων παύεται.

     ῾Οκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἑκταίοισιν ἐοῦσι ῥίγεα

γίνεται, δύσκριτα.

῾Οκόσοισι παροξυσμοὶ γίνονται, ἣν ἂν ὥρην ἀφῇ, ἐς τὴν

αὔριον τὴν αὐτὴν ὥρην ἢν λάβῃ, δύσκριτα.

     Τοῖσι κοπιώδεσιν ἐν τοῖσι πυρετοῖσιν, ἐς ἄρθρα καὶ

παρὰ τὰς γνάθους μάλιστα ἀποστάσιες γίνονται.

     ῾Οκόσοισι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων τι πονέσει,

ἐνταῦθα ἀποστάσιες γίνονται. 

     ᾿Ατὰρ ἢν καὶ προπεπονηκός τι ᾖ πρὸ τοῦ νοσέειν,

ἐνταῦθα στηρίζει ἡ νοῦσος.

     ῍Ην ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ

φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιστῇ, θανάσιμον.

     ῍Ην ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπι-

στραφῇ, καὶ μόλις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος,

θανάσιμον.

     ῾Ιδρῶτες πυρεταίνουσιν ἢν ἄρξωνται, ἀγαθοὶ τριταῖοι,

καὶ πεμπταῖοι, καὶ ἑβδομαῖοι, καὶ ἐναταῖοι, καὶ ἑνδεκαταῖοι, καὶ

τεσσαρεσκαιδεκαταῖοι, καὶ ἑπτακαιδεκαταῖοι, καὶ μιῇ καὶ εἰκο-

στῇ, καὶ ἑβδόμῃ καὶ εἰκοστῇ, καὶ τριηκοστῇ πρώτῃ, καὶ τριη-

κοστῇ τετάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες νούσους κρίνουσιν· οἱ

δὲ μὴ οὕτω γινόμενοι πόνον σημαίνουσι καὶ μῆκος νού-

σου καὶ ὑποτροπιασμούς.

     Οἱ ψυχροὶ ἱδρῶτες, ξὺν μὲν ὀξεῖ πυρετῷ γινόμενοι, θάνατον,

ξὺν πρηϋτέρῳ δὲ, μῆκος νούσου σημαίνουσιν.

     Καὶ ὅκου ἔνι τοῦ σώματος ἱδρὼς, ἐνταῦθα φρά-

ζει τὴν νοῦσον.

     Καὶ ὅκου ἔνι τοῦ σώματος θερμὸν ἢ ψυχρὸν, ἐν-

ταῦθα ἡ νοῦσος.

     Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ ἢν τὸ

σῶμα καταψύχηται, ἢ αὖθις θερμαίνηται, ἢ χρῶμα ἕτερον

ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει.

     ῾Ιδρὼς πουλὺς ἐξ ὕπνου ἄνευ τινὸς αἰτίης φανερῆς

γινόμενος, τὸ σῶμα σημαίνει ὅτι πλείονι τροφῇ χρέεται· ἢν δὲ

τροφὴν μὴ λαμβάνοντι τοῦτο γίγνηται, σημαίνει ὅτι κενώσιος

δέεται. 

     ῾Ιδρὼς πουλὺς ψυχρὸς ἢ θερμὸς αἰεὶ ῥέων, ὁ μὲν ψυχρὸς,

μέζω, ὁ δὲ θερμὸς, ἐλάσσω, νοῦσον σημαίνει.

     Οἱ πυρετοὶ ὁκόσοι, μὴ διαλείποντες, διὰ τρίτης

ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ' ἂν τρόπῳ δια-

λείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.

     ῾Οκόσοισι πυρετοὶ μακροὶ, τουτέοισι φύματα ἢ ἐς τὰ

ἄρθρα πόνοι ἐγγίνονται.

     ῾Οκόσοισι φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γί-

γνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.

     ῍Ην ῥῖγος ἐπιπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη

ἀσθενεῖ ἐόντι, θανάσιμον.

     Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλεί-

πουσιν, αἱ πελιδναὶ, καὶ αἱματώδεες, καὶ δυσώδεες, καὶ χο-

λώδεες, πᾶσαι κακαί· ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ 

τὰς διαχωρήσιας, καὶ κατὰ τὰ οὖρα· ἢν δὲ μή τι τῶν

ξυμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.

     ᾿Εν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυ-

χρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται, καὶ δίψαν ἔχῃ, θανάσιμον.

     ᾿Εν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ὀφρὺς, ἢ

ὀφθαλμὸς, ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθε-

νέος ἐόντος τοῦ κάμνοντος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ

θάνατος.

     ῞Οκου ἐν πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνεται καὶ

παραφροσύνη, θανάσιμον.

     ᾿Εν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώ-

τας κρίσιας, μῆκος νούσου σημαίνει. 

     ῾Οκόσοι ἐν τοῖσι πυρετοῖσιν, ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥω-

στίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον· ὁκόσοι δὲ μὴ

κατὰ προαίρεσιν, ἀτοπώτερον.

     ῾Οκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περί-

γλισχρα γίνεται, ἰσχυρότεροι γίνονται οἱ πυρετοί.

     ῾Οκόσοισιν ἐπὶ πουλὺ βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι,

ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσιν.

     Οἱ ἐπὶ βουβῶσι πυρετοὶ, πάντες κακοὶ, πλὴν τῶν ἐφη-

μέρων.

     Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυ-

ρετοῦ, κακόν· μηκύνει γὰρ ἡ νοῦσος, καὶ ὑγρασίην πλείω σημαίνει.

     ῾Υπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος

λύει τὸ νόσημα.

     ῾Υπὸ καύσου ἐχομένῳ, ἐπιγενομένου ῥίγεος, λύσις.

     Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρό-

τατον. 

     ῾Οκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα

ἐκ ῥινῶν ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νούσημα.

     Πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ἀφῇ ὁ πυ-

ρετὸς, ὑποτροπιάζειν εἴωθεν.

     ῾Οκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν

ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοι-

λίην γένωνται.

     ῾Οκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι καθ' ἡμέρην ῥίγεα

γίνηται, καθ' ἡμέρην οἱ πυρετοὶ λύονται.

     ῾Οκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ ἢ τῇ ἐνάτῃ

ἢ τῇ ἑνδεκάτῃ ἢ τῇ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι ἐπιγίνονται,

ἀγαθὸν, ἢν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν ᾖ· ἢν δὲ

μὴ, οὐκ ἀγαθόν.

     ᾿Εν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ

καρδιωγμὸς, κακόν. 

     ᾿Εν τοῖσι πυρετοῖσι τοῖσιν ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ

περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ, κακόν.

     ᾿Εν τοῖσι πυρετοῖσιν οἱ ἐκ τῶν ὕπνων φόβοι, ἢ σπασμοὶ,

κακόν.

     ᾿Εν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον, κακόν· σπα-

σμὸν γὰρ σημαίνει.

     ῾Οκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέ-

τοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει· μάλιστα δὲ

τὰ τοιαῦτα ἔρχεται, οἷσιν ἐξ ἀρχῆς, ἢ διὰ ταχέων ὑπόστασιν

ἴσχει.

     ῾Οκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἷον

ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν, ἢ παρέσονται.

     ῾Οκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον ἴσχει

τὸ οὖρον τῇ τετάρτῃ ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον. 

     ῾Οκόσοισιν οὖρα διαφανέα λευκὰ, πονηρά· μάλιστα δὲ

ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται.

     ῾Οκόσοισιν ὑποχόνδρια μετέωρα, διαβορβορύζοντα, ὀσφύος

ἀλγήματος ἐπιγενομένου, αἱ κοιλίαι τουτέοισι καθυγραίνονται,

ἢν μὴ φῦσαι καταῤῥαγέωσιν, ἢ οὔρου πλῆθος ἐπέλθῃ· ἐν πυρε-

τοῖσι δὲ ταῦτα.

     ῾Οκόσοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, ῥύεται τῆς ἀπο-

στάσιος οὖρον πουλὺ, κάρτα παχὺ, καὶ λευκὸν γινόμενον, οἷον 

ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γί-

νεσθαι· ἢν δὲ καὶ ἐκ τῶν ῥινῶν αἱμοῤῥαγήσῃ, καὶ πάνυ ταχὺ

λύεται.

     ῍Ην αἷμα ἢ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλ-

κωσιν σημαίνει.

     ῾Οκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ὥσπερ

τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται.

     ῾Οκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρώδεα συνεξου-

ρέεται, τουτέοισιν ἡ κύστις ψωριᾷ.

     ῾Οκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν

νεφρῶν φλεβίου ῥῆξιν σημαίνει.

     ῾Οκόσοισιν ἐν τῷ οὔρῳ ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ

κύστις λιθιᾷ.

     ῍Ην αἷμα οὐρέῃ καὶ θρόμβους, καὶ στραγγουρίην ἔχῃ, 

καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸ ὑπογάστριον καὶ ἐς τὸν περίνεον,

τὰ περὶ τὴν κύστιν πονέει.

     ῍Ην αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας, καὶ ὀσμὴ βαρέη

ᾖ, τῆς κύστιος ἕλκωσιν σημαίνει.

     ῾Οκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα φύεται, τουτέοισι,

διαπυήσαντος καὶ ἐκραγέντος, λύσις.

     Οὔρησις νύκτωρ πολλὴ γινομένη, σμικρὴν τὴν ὑπο-

χώρησιν σημαίνει.

 

                    ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ.

 

     Σπασμὸς ἐξ ἐλλεβόρου, θανάσιμον.

     ᾿Επὶ τρώματι σπασμὸς ἐπιγενόμενος, θανάσιμον.

     Αἵματος πολλοῦ ῥυέντος, σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος,

κακόν.

     ᾿Επὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος, κακόν. 

     ῍Ην μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνή-

σκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ, ἢ ἐς τὴν ὥρην ἐλθὼν, καθ' ἣν

αἱ κραιπάλαι λύονται, φθέγξηται.

     ῾Οκόσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν τέσσαρσιν ἡμέρῃσιν

ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.

     Τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἥβης γίνεται, μετάστασιν

ἴσχει· ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τουτέοισι

τὰ πολλὰ ξυναποθνήσκει.

     ῾Οκόσοι πλευριτικοὶ γενόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσα-

ρεσκαίδεκα ἡμέρῃσι, τουτέοισιν ἐς ἐμπύημα καθίσταται.

     Φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα

ἐτέων μέχρι πέντε καὶ τριήκοντα ἐτέων.

     ῾Οκόσοι κυνάγχην διαφεύγουσι, καὶ ἐς τὸν πλεύμονα αὐ-

τέοισι τρέπεται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν· ἢν δὲ ταύτας

διαφύγωσιν, ἔμπυοι γίνονται. 

     Τοῖσιν ὑπὸ τῶν φθισίων ἐνοχλουμένοισιν, ἢν τὸ πτύσμα,

ὅπερ ἂν ἀποβήσσωσι, βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεόμενον,

καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ῥέωσι, θανατῶδες.

     ῾Οκόσοισι φθισιῶσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ῥέουσιν,

οὗτοι, διαῤῥοίης ἐπιγενομένης, ἀποθνήσκουσιν.

     ῾Οκόσοι αἷμα ἀφρῶδες ἀναπτύουσι, τουτέοισιν ἐκ τοῦ

πλεύμονος ἡ τοιαύτη ἀναγωγὴ γίνεται.

     ῾Υπὸ φθίσιος ἐχομένῳ διάῤῥοια ἐπιγενομένη, θανατῶδες.

     ῾Οκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν

ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφ' ἧς ἂν ἡ ῥῆξις γένηται, παύονται·

ἢν δὲ μὴ, ἐς φθίσιν μεθίσταντα.

     Τὸ θερμὸν βλάπτει ταῦτα πλεονάκις χρεομένοισι, σαρ-

κῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας,

λειποθυμίας, ταῦτα οἷσι θάνατος. 

     Τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς καὶ ῥίγεα

πυρετώδεα.

     Τὸ ψυχρὸν, πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροισιν, ἐγκε-

φάλῳ, νωτιαίῳ μυελῷ· τὸ δὲ θερμὸν ὠφέλιμον.

     ῾Οκόσα κατέψυκται, ἐκθερμαίνειν, πλὴν ὁκόσα αἱμοῤ-

ῥαγέει, ἢ μέλλει.

     ῞Ελκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκλη-

ρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελαίνει, ῥίγεα πυρετώδεα

ποιέει, σπασμοὺς καὶ τετάνους.

     ῎Εστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος

μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται·

θέρμη δὲ ταῦτα ῥύεται.

     Τὸ θερμὸν ἐκπυητικὸν, οὐκ ἐπὶ παντὶ ἕλκεϊ, μέγιστον ση-

μεῖον ἐς ἀσφαλείην, δέρμα μαλάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων,

σπασμῶν, τετάνων παρηγορικόν· τὰ δὲ ἐν τῇ κεφαλῇ, καὶ

καρηβαρίην λύει· πλεῖστον δὲ διαφέρει ὀστέων κατήγμασι, μά-

λιστα δὲ τοῖσιν ἐψιλωμένοισι, τουτέων δὲ μάλιστα, τοῖσιν ἐν κε-

φαλῇ ἕλκεα ἔχουσι· καὶ ὁκόσα ὑπὸ ψύξιος θνήσκει, ἢ ἑλκοῦται,

καὶ ἕρπησιν ἐσθιομένοισιν, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, του-

τέοισι τὸ μὲν θερμὸν φίλιον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ

κτεῖνον.

     ᾿Εν τουτέοισι δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤῥαγέει,

ἢ μέλλει, μὴ ἐπ' αὐτὰ, ἀλλὰ περὶ αὐτὰ, ὁκόθεν ἐπιῤῥεῖ· καὶ

ὁκόσαι φλεγμοναὶ, ἢ ἐπιφλογίσματα ἐς τὸ ἐρυθρὸν καὶ ὕφαιμον

ῥέποντα αἵματι νεαρῷ, ἐπὶ ταῦτα, ἐπεὶ τά γε παλαιὰ με-

λαίνει· καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον, ἐπεὶ τό γε ἑλκού-

μενον βλάπτει.

     Τὰ ψυχρὰ, οἷον χιὼν, κρύσταλλος, τῷ στήθεϊ πολέμια,

βηχέων κινητικὰ, αἱμοῤῥοϊκὰ, καταῤῥοϊκά.

     Τὰ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα, ἄτερ ἕλκεος,

καὶ ποδαγρικὰ, καὶ σπάσματα, τουτέων τὰ πλεῖστα ψυχρὸν

πολλὸν καταχεόμενον ῥηΐζει τε καὶ ἰσχναίνει, καὶ ὀδύνην λύει·

νάρκη δὲ μετρίη ὀδύνης λυτική. 

     ῞Υδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον,

κουφότατον.

     ῾Οκόσοισι πιεῖν ὀρέξιες νύκτωρ τοῖσι πάνυ διψῶσιν, ἢν

ἐπικοιμηθῶσιν, ἀγαθόν.

     Γυναικείων ἀγωγὸν, ἡ ἐν ἀρώμασι πυρίη, πολλαχῆ δὲ

καὶ ἐς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίεεν.

     Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα, καὶ

ἄχρι ἑπτὰ μηνῶν ἧσσον· τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλα-

βέεσθαι.

     Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νουσημάτων

ληφθῆναι, θανατῶδες.

     Γυνὴ ἐν γαστρὶ ἔχουσα, φλεβοτομηθεῖσα, ἐκτιτρώσκει·

καὶ μᾶλλον ᾖσι μεῖζον τὸ ἔμβρυον.

     Γυναικὶ αἷμα ἐμεούσῃ, τῶν καταμηνίων ῥαγέντων, λύσις. 

     Γυναικὶ, τῶν καταμηνίων ἐκλειπόντων, αἷμα ἐκ τῶν ῥι-

νῶν ῥυῆναι, ἀγαθόν.

     Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν ἡ κοιλίη πουλλὰ ῥυῇ, κίν-

δυνος ἐκτρῶσαι.

     Γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλουμένῃ, ἢ δυστοκούσῃ, πταρ-

μὸς ἐπιγινόμενος, ἀγαθόν.

     Γυναικὶ τὰ καταμήνια ἄχροα, καὶ μὴ κατὰ τὰ αὐτὰ

αἰεὶ γινόμενα, καθάρσιος δεῖσθαι σημαίνει.

     Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν οἱ μασθοὶ ἐξαίφνης ἰσχνοὶ γέ-

νωνται, ἐκτιτρώσκει.

     Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γέ-

νηται, δίδυμα ἐχούσῃ, θάτερον ἐκτιτρώσκει· καὶ ἢν μὲν ὁ

δεξιὸς ἰσχνὸς γένηται, τὸ ἄρσεν· ἢν δὲ ὁ ἀριστερὸς, τὸ θῆλυ.

     ῍Ην γυνὴ μὴ κύουσα, μηδὲ τετοκυῖα, γάλα ἔχῃ, ταύτῃ τὰ

καταμήνια ἐκλέλοιπεν.

     Γυναιξὶν ὁκόσῃσιν ἐς τοὺς τιτθοὺς αἷμα συστρέφεται, μα-

νίην σημαίνει. 

     Γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ,

ἀδείπνῳ ἐούσῃ, μελίκρητον διδόναι πιεῖν· κἢν μὲν στρόφος

αὐτὴν ἔχῃ περὶ τὴν γαστέρα, κύει· ἢν δὲ μὴ, οὐ κύει.

     Γυνὴ ἔγκυος, ἢν μὲν ἄρσεν κύῃ, εὔχροός ἐστιν· ἢν δὲ

θῆλυ, δύσχροος.

     ῍Ην γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θα-

νατῶδες.

     ῾Οκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν, ἐκτι-

τρώσκουσι, πρὶν ἢ παχυνθῆναι. 

     ῾Οκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δί-

μηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν αἱ κοτυλη-

δόνες μύξης μεσταί εἰσι, καὶ οὐ δύνανται κρατέειν ὑπὸ τοῦ βά-

ρεος τὸ ἔμβρυον, ἀλλ' ἀποῤῥήγνυνται.

     ῾Οκόσαι παρὰ φύσιν παχεῖαι ἐοῦσαι μὴ ξυλλαμβάνουσιν ἐν

γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει,

καὶ, πρὶν ἢ λεπτυνθῆναι, οὐ κύουσιν.

     ῍Ην ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη

ἔμμοτον γενέσθαι. 

     ῎Εμβρυα τὰ μὲν ἄρσενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν

τοῖσιν ἀριστεροῖσι μᾶλλον.

     ῾Υστέρων ἐκπτώσιες, πταρμικὸν προσθεὶς, ἐπιλάμβανε

τοὺς μυκτῆρας καὶ τὸ στόμα.

     Γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγί-

στην πρὸς τοὺς τιτθοὺς πρόσβαλλε.

     ῾Οκόσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα τῶν ὑστε-

ρέων ξυμμέμυκεν.

     ῍Ην γυναικὶ ἐν γαστρὶ ἐχούσῃ γάλα πουλὺ ἐκ τῶν μαζῶν

ῥυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει· ἢν δὲ στερεοὶ οἱ μαστοὶ

ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει.

     ῾Οκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ 

τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη

ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν, ἢ ἐν τοῖσιν ἰσχίοισιν, ἢ ἐν τοῖσιν

ὀφθαλμοῖσιν, ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν.

     ῾Οκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν

ἀνάγκη τὸ στόμα τῶν ὑστερέων ξυμμύειν.

     ῾Οκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται, καὶ

ἰσχυρῶς ἰσχναίνονται, ἄνευ προφάσιος φανερῆς τίκτουσι χαλεπῶς

καὶ ἐπικινδύνως, ἢ ἐκτιτρώκουσαι κινδυνεύουσιν.

     ᾿Επὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγέ-

νηται, κακόν.

     Καταμηνίων γενομένων πλειόνων, νοῦσοι ξυμβαίνουσι, καὶ,

μὴ γινομένων, ἀπὸ τῆς ὑστέρης γίνονται νοῦσοι.

     ᾿Επὶ ἀρχῷ φλεγμαίνοντι, καὶ ὑστέρῃ φλεγμαινούσῃ, 

στραγγουρίη ἐπιγίνεται, καὶ ἐπὶ νεφροῖσιν ἐμπύοισι στραγγουρίη

ἐπιγίνεται, ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίνεται.

     Γυνὴ ἢν μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λή-

ψεται, περικαλύψας ἱματίοισι, θυμία κάτω· κἢν μὲν πορεύεσθαι

δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς ῥῖνας καὶ ἐς τὸ στόμα,

γίνωσκε ὅτι αὐτὴ οὐ δι' ἑωυτὴν ἄγονός ἐστίν.

     ῍Ην γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται,

ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν.

     ῍Ην γυναικὶ αἱ καθάρσιες μὴ πορεύωνται, μήτε φρίκης,

μήτε πυρετοῦ ἐπιγινομένου, ἆσαι δὲ αὐτῇ προσπίπτωσι, λογίζου

ταύτην ἐν γαστρὶ ἔχειν.

     ῾Οκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν, οὐ

κυΐσκουσιν· καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς μήτρας, οὐ

κυΐσκουσιν, ἀποσβέννυται γὰρ ὁ γόνος· καὶ ὁκόσαι ξηρὰς μᾶλλον

καὶ περικαέας, ἐνδείῃ γὰρ τῆς τροφῆς φθείρεται τὸ σπέρμα· ὁκόσαι 

δὲ ἐξ ἀμφοτέρων τὴν κρᾶσιν ἔχουσι ξύμμετρον, αἱ τοιαῦται

ἐπίτεκνοι γίνονται.

     Παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων· ἢ γὰρ διὰ τὴν

ἀραιότητα τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται πρὸς τὸ μὴ παρα-

πέμπειν τὸ σπέρμα· ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχω-

ρέει ἔξω· ἢ διὰ τὴν ψυχρότητα οὐκ ἐκπυροῦται, ὥστε ἀθροίζεσθαι

πρὸς τὸν τόπον τοῦτον· ἢ διὰ τὴν θερμασίην τὸ αὐτὸ τοῦτο γίνεται.

     Γάλα διδόναι κεφαλαλγέουσι κακόν· κακὸν δὲ καὶ πυρεταί-

νουσι, καὶ οἷσιν ὑποχόνδρια μετέωρα καὶ διαβορβορύζοντα, καὶ τοῖσι 

διψώδεσι· κακὸν δὲ, καὶ οἷσι χολώδεες αἱ ὑποχωρήσιες ἐν ὀξέσι

πυρετοῖσιν ἐοῦσι, καὶ οἷσιν αἵματος πολλοῦ διαχώρησις γέγονεν·

ἁρμόζει δὲ φθινώδεσι μὴ λίην πολλῷ πυρέσσουσιν· διδόναι δὲ καὶ

ἐν πυρετοῖσι μακροῖσι βληχροῖσι, μηδενὸς τῶν προειρημένων

σημείων παρεόντος, παρὰ λόγον δὲ ἐκτετηκότων.

     ῾Οκόσοισιν οἰδήματα ἐφ' ἕλκεσι φαίνεται, οὐ μάλα σπῶν-

ται, οὐδὲ μαίνονται· τουτέων δὲ ἀφανισθέντων ἐξαίφνης, τοῖσι μὲν

ὄπισθεν σπασμοὶ, τέτανοι, τοῖσι δὲ ἔμπροσθεν μανίαι, ὀδύναι πλευ-

ροῦ ὀξεῖαι, ἢ ἐμπύησις, ἢ δυσεντερίη, ἢν ἐρυθρὰ μᾶλλον ᾖ τὰ

οἰδήματα. 

     ῍Ην, τραυμάτων ἰσχυρῶν ἐόντων καὶ πονηρῶν, οἴδημα μὴ

φαίνηται, μέγα κακόν.

     Τὰ χαῦνα, χρηστὰ, τὰ ἔνωμα, κακά.

     Τῷ τὰ ὄπισθεν τῆς κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ

ὀρθίη φλὲψ τμηθεῖσα, ὠφελέει.

     ῾Ρίγεα ἄρχεται, γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ

νώτου ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσι μᾶλλον ὄπισθεν, ἢ ἔμπροσθεν

τοῦ σώματος, οἷον ἀπὸ πήχεων καὶ μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα

ἀραιὸν ἔχουσι, δηλοῖ δὲ τοῦτο ἡ θρίξ. 

     Οἱ ὑπὸ τεταρταίων ἁλισκόμενοι ὑπὸ σπασμοῦ οὐ πάνυ τι

ἁλίσκονται· ἢν δὲ ἁλίσκωνται πρότερον, εἶτα ἐπιγένηται τεταρ-

ταῖος, παύονται.

     ῾Οκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ

ἱδρῶτος τελευτῶσιν· ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι

τελευτῶσιν.

     Οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεές εἰσιν.

 

                    ΤΜΗΜΑ ΕΚΤΟΝ.

 

     ᾿Εν τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγινομένη,

μὴ γενομένη πρότερον, σημεῖον ἀγαθόν.

     Οἷσι ῥῖνες ὑγρότεραι φύσει, καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαί-

νουσι νοσηρότερον· οἷσι δὲ τἀναντία, ὑγιεινότερον. 

     ᾿Εν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακόν· καὶ

ξὺν πυρετῷ, κάκιον.

     Τὰ περιμάδαρα ἕλκεα, κακοήθεα.

     Τῶν ὀδυνέων ἐν πλευρῇσι, καὶ ἐν στήθεσι, καὶ ἐν τοῖσιν

ἄλλοισι μέρεσιν, ἢν μέγα διαφέρωσι, καταμαθητέον.

     Τὰ νεφριτικὰ, καὶ ὁκόσα κατὰ τὴν κύστιν, ἐργωδῶς ὑγιά-

ζεται τοῖσι πρεσβύτῃσιν.

     Τὰ ἀλγήματα τὰ κατὰ τὴν κοιλίην γινόμενα, τὰ μὲν

μετέωρα κουφότερα, τὰ δὲ μὴ μετέωρα, ἰσχυρότερα.

     Τοῖσιν ὑδρωπικοῖσι τὰ γινόμενα ἕλκεα ἐν τῷ σώματι, οὐ

ῥηϊδίως ὑγιάζεται. 

     Τὰ πλατέα ἐξανθήματα, οὐ πάνυ τι κνησμώδεα.

     Κεφαλὴν πονέοντι καὶ περιωδυνέοντι, πῦον, ἢ ὕδωρ, ἢ

αἷμα ῥυὲν κατὰ τὰς ῥῖνας, ἢ κατὰ τὸ στόμα, ἢ κατὰ τὰ ὦτα, λύει

τὸ νούσημα.

     Τοῖσι μελαγχολικοῖσι, καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤῥοΐδες

ἐπιγινόμεναι, ἀγαθόν.

     Τῷ ἰηθέντι χρονίας αἱμοῤῥοΐδας, ἢν μὴ μία φυλαχθῇ,

κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν.

     ῾Υπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγενόμενοι λύουσι τὸν

λυγμόν.

     ῾Υπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κοιλίην

ὕδατος ῥυέντος, λύσις.

     ῾Υπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς ἀπὸ ταὐτομάτου ἔμετος

ἐπιγινόμενος λύει τὴν διάῤῥοιαν.

     ῾Υπὸ πλευρίτιδος, ἢ ὑπὸ περιπλευμονίης ἐχομένῳ διάῤῥοια

ἐπιγενομένη, κακόν.

     ᾿Οφθαλμιῶντι, ὑπὸ διαῤῥοίης ληφθῆναι, ἀγαθόν.

     Κύστιν διακοπέντι, ἢ ἐγκέφαλον, ἢ καρδίην, ἢ φρένας, 

ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν, ἢ κοιλίην, ἢ ἧπαρ, θανα-

τῶδες.

     ᾿Επὴν διακοπῇ ὀστέον, ἢ χονδρὸς, ἢ νεῦρον, ἢ γνάθου τὸ

λεπτὸν, ἢ ἀκροποσθίη, οὔτε αὔξεται, οὔτε ξυμφύεται.

     ῍Ην ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη

ἐκπυηθῆναι.

     Τοῖσι μαινομένοισι, κιρσῶν ἢ αἱμοῤῥοΐδων ἐπιγινομένων,

μανίης λύσις.

     ῾Οκόσα ῥήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας κατα-

βαίνει, φλεβοτομίη λύει.

     ῍Ην φόβος ἢ δυσθυμίη πουλὺν χρόνον διατελέῃ, μελαγ-

χολικὸν τὸ τοιοῦτον.

     ᾿Εντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.

     ᾿Ερυσίπελας, ἔξωθεν καταχεόμενον, ἔσω τρέπεσθαι οὐκ

ἀγαθόν· ἔσωθεν δὲ ἔξω, ἀγαθόν. 

     ῾Οκόσοισιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γένωνται, παρα-

κοπὴ λύει.

     ῾Οκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ τέμνονται ἢ καίονται, ἐκ-

ρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου, πάντως ἀπόλλυνται.

     Εὐνοῦχοι οὐ ποδαγριῶσιν, οὐδὲ φαλακροὶ γίνονται.

     Γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ ἐκλίπῃ.

     Παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιασμοῦ.

     ᾿Οδύνας ὀφθαλμῶν ἀκρητοποσίη, ἢ λουτρὸν, ἢ πυρίη, ἢ

φλεβοτομίη, ἢ φαρμακοποσίη λύει.

     Τραυλοὶ ὑπὸ διαῤῥοίης μάλιστα ἁλίσκονται μακρῆς.

     Οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται.

     ῾Οκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γίνονται·

ὁκόσοισι δὲ φαλακροῖσιν ἐοῦσιν κιρσοὶ γίνονται, πάλιν οὗτοι

γίνονται δασέες. 

     Τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγενομένη, κακόν.

     Δυσουρίην φλεβοτομίη λύει, τάμνειν δὲ τὰς ἔσω.

     ῾Υπὸ κυνάγχης ἐχομένῳ οἰδήματα γενέσθαι ἐν τῷ βρόγχῳ

ἔξω, ἀγαθόν.

     ῾Οκόσοισι κρυπτοὶ καρκίνοι γίνονται, μὴ θεραπεύειν βέλ-

τιον· θεραπευόμενοι γὰρ ἀπόλλυνται ταχέως, μὴ θεραπευόμενοι

δὲ, πουλὺν χρόνον διατελέουσιν.

     Σπασμοὶ γίνονται, ἢ ὑπὸ πληρώσιος, ἢ κενώσιος· οὕτω

δὲ καὶ λυγμός.

     ῾Οκόσοισι περὶ τὸ ὑποχόνδριον πόνοι γίνονται ἄτερ φλεγμο-

νῆς, τουτέοισι πυρετὸς ἐπιγενόμενος λύει τὸν πόνον.

     ῾Οκόσοισι διάπυόν τι ἐὸν ἐν τῷ σώματι μὴ διασημαίνει,

τουτέοισι διὰ παχύτητα τοῦ τόπου οὐ διασημαίνει. 

     ᾿Εν τοῖσιν ἰκτερικοῖσι τὸ ἧπαρ σκληρὸν γενέσθαι, πονηρόν.

     ῾Οκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοι-

σιν, ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται, ἢ

λειεντερίη, καὶ ἀπόλλυνται.

     ῾Οκόσοισιν ἐκ στραγγουρίης εἰλεοὶ γίνονται, ἐν ἑπτὰ ἡμέ-

ρῃσιν ἀπόλλυνται, ἢν μὴ, πυρετοῦ ἐπιγενομένου, ἅλις τὸ οὖρον

ῥυῇ.

     ῞Ελκεα ὁκόσα ἐνιαύσια γίνεται, ἢ μακρότερον χρόνον ἴσχει,

ἀνάγκη ὀστέον ἀφίστασθαι, καὶ τὰς οὐλὰς κοίλας γίνεσθαι.

     ῾Οκόσοι ὑβοὶ ἐξ ἄσθματος ἢ βηχὸς γίνονται πρὸ τῆς ἥβης,

ἀπόλλυνται.

     ῾Οκόσοισι φλεβοτομίη ἢ φαρμακείη ξυμφέρει, τουτέους

προσῆκον τοῦ ἦρος φλεβοτομεῖν, ἢ φαρμακεύειν. 

     Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγενομένη, ἀγαθόν.

     ῾Οκόσα ποδαγρικὰ νουσήματα γίνεται, ταῦτα ἀποφλεγμή-

ναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίσταται.

     ῾Οκόσοισιν ἂν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη πυρε-

τὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι.

     ῾Οκόσοισιν ὑγιαίνουσιν ὀδύναι γίνονται ἐξαίφνης ἐν τῇ κε-

φαλῇ, καὶ παραχρῆμα ἄφωνοι κεῖνται, καὶ ῥέγκουσιν, ἀπόλλυνται

ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς ἐπιλάβῃ.

     Σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖ-

σιν ὕπνοισιν· ἢν γάρ τι ὑποφαίνηται, ξυμβαλλομένων τῶν βλεφάρων,

τοῦ λευκοῦ μὴ ἐκ διαῤῥοίης ἐόντι ἢ φαρμακοποσίης,

φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.

     Αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι, ἀσφα-

λέστεραι· αἱ δὲ μετὰ σπουδῆς, ἐπισφαλέστεραι.

     ᾿Εν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώ-

δεες ἀναπνοαὶ, κακαί.

     Τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς

ἐπὶ τὸ πουλύ.

     Τοῖσι μελαγχολικοῖσι νουσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ

ἀποσκήψιες· ἢ ἀπόπληξιν τοῦ σώματος, ἢ σπασμὸν, ἢ μανίην,

ἢ τύφλωσιν σημαίνουσιν. 

     ᾿Απόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃ τῇ ἀπὸ τεσσαρά-

κοντα ἐτέων ἄχρις ἑξήκοντα.

     ῍Ην ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι.

     ῾Οκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισιν ἐξίσταται τὸ ἰσχίον,

καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐπιγίνονται.

     ῾Οκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον

ἐξίσταται, τουτέοισι τήκεται τὸ σκέλος, καὶ χωλοῦνται, ἢν μὴ

καυθέωσιν. 

 

                    ΤΜΗΜΑ ΕΒΔΟΜΟΝ.

 

     ᾿Εν τοῖσιν ὀξέσι νουσήμασι ψύξις ἀκρωτηρίων, κακόν.

     ᾿Επὶ ὀστέῳ νοσέοντι σὰρξ πελιδνὴ, κακόν.

     ᾿Επὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ, κακόν.

     ᾿Επὶ ἱδρῶτι φρίκη, οὐ χρηστόν.

     ᾿Επὶ μανίῃ δυσεντερίη, ἢ ὕδρωψ, ἢ ἔκστασις, ἀγαθόν.

     ᾿Εν νούσῳ πολυχρονίῃ ἀσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες,

κακόν. 

     ᾿Εκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη, κακόν.

     ᾿Επὶ φύματος ἔσω ῥήξει ἔκλυσις, ἔμετος, καὶ λειπο-

ψυχίη γίνεται.

     ᾿Επὶ αἵματος ῥύσει παραφροσύνη ἢ σπασμὸς, κακόν.

     ᾿Επὶ εἰλεῷ ἔμετος, ἢ λὺγξ, ἢ σπασμὸς, ἢ παραφροσύνη,

κακόν.

     ᾿Επὶ πλευρίτιδι περιπλευμονίη, κακόν.

     ᾿Επὶ περιπλευμονίῃ φρενῖτις, κακόν.

     ᾿Επὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος, κακόν.

     ᾿Επὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη,

κακόν.

     ᾿Επὶ αἵματος πτύσει, πύου πτύσις.

     ᾿Επὶ πύου πτύσει, φθίσις καὶ ῥύσις· ἐπὴν δὲ τὸ σίελον

ἴσχηται, ἀποθνήσκουσιν. 

     ᾿Επὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ, κακόν.

     ᾿Επὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη, κακόν.

     ᾿Επὶ ληθάργῳ τρόμος, κακόν.

     ᾿Επὶ ὀστέου ψιλώσει, ἐρυσίπελας.

     ᾿Επὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις.

     ᾿Επὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖσιν ἕλκεσιν, αἱμοῤῥαγίη.

     ᾿Επὶ ὀδύνῃ πολυχρονίῳ τῶν περὶ τὴν κοιλίην, ἐκπύησις.

     ᾿Επὶ ἀκρήτῳ ὑποχωρήσει, δυσεντερίη.

     ᾿Επὶ ὀστέου διακοπῇ, παραφροσύνη, ἢν κενεὸν λάβῃ.

     ᾿Εκ φαρμακοποσίης σπασμὸς, θανατῶδες.

     ᾿Επὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην, ἀκρωτηρίων

ψύξις, κακόν. 

     ᾿Εν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγενόμενος ἐκτρῶσαι ποιέει.

     ῞Ο τι ἂν ὀστέον, ἢ χόνδρος, ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ

σώματι, οὔτε αὔξεται, οὔτε συμφύεται.

     ῍Ην ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγένηται

ἰσχυρὴ, λύει τὴν νοῦσον.

     ῾Οκόσοισιν ἀφρώδεα τὰ διαχωρήματα ἐν τῇσι διαῤῥοίῃσι,

τουτέοισιν ἀπὸ τῆς κεφαλῆς ταῦτα ἀποκαταῤῥέει.

     ῾Οκόσοισι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ

ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσιν.

     ῾Οκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ,

ὀξείην τὴν ἀῤῥωστίην σημαίνουσιν.

     ῾Οκόσοισι δὲ διεστηκότα τὰ οὖρα γίνεται, τουτέοισι ταραχὴ

ἰσχυρὴ ἐν τῷ σώματί ἐστιν. 

     ῾Οκόσοισι δὲ ἐπὶ τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες,

νεφριτικὰ σημαίνουσι, καὶ μακρὴν τὴν ἀῤῥωστίην ἔσεσθαι.

     ῾Οκόσοισι δὲ λιπαρὴ ἡ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νε-

φριτικὰ καὶ ὀξέα σημαίνει.

     ῾Οκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα συμβαίνει

σημήϊα, πόνοι τε ὀξέες περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται, ἢν

μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, ἀπόστημα προσδέχου ἐσόμενον

ἔξω· ἢν δὲ μᾶλλον οἱ πόνοι πρὸς τοὺς ἔσω τόπους γίνωνται, καὶ

τὸ ἀπόστημα προσδέχου ἐσόμενον μᾶλλον ἔσω.

     ῾Οκόσοι αἷμα ἐμέουσιν, ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον· 

ἢν δὲ ξὺν πυρετῷ, κακόν· θεραπεύειν δὲ τοῖσι ψυκτικοῖσι καὶ

τοῖσι στυπτικοῖσιν.

     Κατάῤῥοοι οἱ ἐς τὴν ἄνω κοιλίην ἐκπυέονται ἐν ἡμέρῃσιν

εἴκοσιν.

     ῍Ην οὐρέῃ αἷμα καὶ θρόμβους, καὶ στραγγουρίη ἔχῃ, καὶ

ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίνεον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν

νοσέειν σημαίνει.

     ῍Ην ἡ γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται, ἢ ἀπόπληκτόν

τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται.

     ῍Ην, ὑπερκαθαιρομένων τῶν πρεσβυτέρων, λὺγξ ἐπιγένηται,

οὐκ ἀγαθόν.

     ῍Ην πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερ-

μοῦ καταχεομένου κατὰ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται.

     Γυνὴ ἀμφιδέξιος οὐ γίνεται. 

     ῾Οκόσοι ἔμπυοι καίονται ἢ τέμνονται, ἢν μὲν τὸ πῦον

καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἢν δὲ ὕφαιμον καὶ

βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται.

     ῾Οκόσοι τὸ ἧπαρ διάπυον καίονται ἢ τέμνονται, ἢν μὲν τὸ

πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίγνονται (ἐν χιτῶνι γὰρ τὸ

πῦον τουτέοισίν ἐστιν)· ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυνται.

     ᾿Οδύνας ὀφθαλμῶν, ἄκρητον ποτίσας καὶ λούσας πολλῷ

θερμῷ, φλεβοτόμει.

     ῾Υδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστός ἐστιν.

     Στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη λύει·

τάμνειν δὲ τὰς ἔσω.

     ῾Υπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει

ἐπιγενόμενον, ἀγαθόν· ἔξω γὰρ τρέπεται τὸ νούσημα. 

     ῾Οκόσοισιν ἂν σφακελισθῇ ὁ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν

ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.

     Πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς, διαθερμαινομένου τοῦ

ἐγκεφάλου, ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενεοῦ· ὑπερ-

χέεται οὖν ὁ ἀὴρ ὁ ἐνεὼν, ψοφέει δὲ, ὅτι διὰ στενοῦ ἡ διέξοδος

αὐτοῦ ἐστιν.

     ῾Οκόσοι ἧπαρ περιωδυνέουσι, τουτέοισι πυρετὸς ἐπιγενό-

μενος λύει τὴν ὀδύνην.

     ῾Οκόσοισι ξυμφέρει αἷμα ἀφαιρέεσθαι ἀπὸ τῶν φλεβῶν,

τουτέοισι ξυμφέρει ἦρος φλεβοτομέεσθαι. 

     ῾Οκόσοισι μεταξὺ τῶν φρενῶν καὶ τῆς γαστρὸς φλέγμα

ἀποκλείεται, καὶ ὀδύνην παρέχει, οὐκ ἔχον διέξοδον ἐς οὐδετέρην

τῶν κοιλιῶν, τουτέοισι, κατὰ τὰς φλέβας ἐς τὴν κύστιν τραπέντος

τοῦ φλέγματος, λύσις γίνεται τῆς νούσου.

     ῾Οκόσοισι δ' ἂν τὸ ἧπαρ ὕδατος πλησθὲν ἐς τὸ ἐπίπλοον

ῥαγῇ, τουτέοισιν ἡ κοιλίη ὕδατος ἐμπίπλαται, καὶ ἀποθνήσκουσιν.

     ᾿Αλύκη, χάσμη, φρίκη, οἶνος ἴσος ἴσῳ πινόμενος λύει.

     ῾Οκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα γίνεται, τουτέοισι, δια-

πυήσαντος καὶ ἐκραγέντος, λύεται ὁ πόνος.

     ῾Οκόσοισιν ἂν ὁ ἐγκέφαλος σεισθῇ ὑπό τινος προφάσιος,

ἀνάγκη ἀφώνους γίνεσθαι παραχρῆμα. 

     Τοῖσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν

ἐμποιέειν· λιμὸς γὰρ ξηραίνει τὰ σώματα.

     ῍Ην ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ

φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, καὶ καταπίνειν μὴ δύνηται,

ἀλλ' ἢ μόλις, θανάσιμον.

     ῍Ην ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐπιστραφῇ, καὶ κατα-

πίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον.

     ῞Οκου ἂν ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ τὸ σῶμα

καταψύχηται, καὶ πάλιν θερμαίνηται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου

μεταβάλλῃ, μῆκος νούσου σημαίνει.

     ῾Ιδρὼς πουλὺς, θερμὸς ἢ ψυχρὸς, ῥέων αἰεὶ, σημαίνει

ἔχειν πλησμονὴν ὑγροῦ· ἀπάγειν οὖν χρὴ τῷ μὲν ἰσχυρῷ

ἄνωθεν, τῷ δὲ ἀσθενεῖ κάτωθεν. 

     Οἱ πυρετοὶ οἱ μὴ διαλείποντες, ἢν ἰσχυρότεροι διὰ

τρίτης γίνωνται, ἐπικίνδυνοι· ὅτῳ δ' ἂν τρόπῳ διαλείπωσι, ση-

μαίνει ὅτι ἀκίνδυνοι.

     ῾Οκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα, ἢ ἐς τὰ

ἄρθρα πόνοι ἐγγίνονται.

     ῾Οκόσοισι φύματα ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίνον-

ται, οὗτοι σιτίοισι πλείοσι χρέονται.

     ῎Ην τις πυρέσσοντι τροφὴν διδῷ, ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαί-

νοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος.

     Τὰ διὰ τῆς κύστιος διαχωρέοντα ὁρῇν δεῖ, εἰ οἷα τοῖς 

ὑγιαίνουσιν ὑποχωρέεται· τὰ ἥκιστα οὖν ὅμοια τουτέοισι, ταῦτα

νοσωδέστερα, τὰ δ' ὅμοια τοῖσιν ὑγιαίνουσιν, ἥκιστα νοσερά.

     Καὶ οἷσι τὰ ὑποχωρήματα, ἢν ἐάσῃς στῆναι καὶ μὴ κι-

νήσῃς, ὑφίσταται οἱονεὶ ξύσματα, τουτέοισι ξυμφέρει ὑποκαθῆραι

τὴν κοιλίην· ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ ῥοφήματα,

ὁκόσῳ ἂν πλείω διδῷς, μᾶλλον βλάψεις. 

     ῾Οκόσοισιν ἂν κάτω ὠμὰ διαχωρέῃ, ἀπὸ χολῆς μελαί-

νης ἐστὶν, ἢν πλείονα, πλείονος, ἢν ἐλάσσονα, ἐλάσ-

σονος.

     Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι,

πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες, πᾶσαι κακαί· ἀπο-

χωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ κοιλίην καὶ κύστιν· καὶ

ὅκου ἄν τι ἀποχωρέον στῇ μὴ κεκαθαρμένῳ, κακόν.

     Τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρεσθαι, εὔροα

ποιέειν· κἢν μὲν ἄνω βούλῃ εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην· ἢν

δὲ κάτω εὔροα ποιέειν, ὑγρῆναι τὴν κοιλίην.

     ῞Υπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινό-

μενα, νοῦσος.

     ᾿Εν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω

ψυχρὰ ᾖ, τὰ δὲ ἔσω καίηται, καὶ πυρετὸς ἔχῃ, θανάσιμον. 

     ᾿Εν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ῥὶς, ἢ ὀφθαλμὸς

διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενὴς ἐὼν, ὅ τι

ἂν ᾖ τουτέων τῶν σημείων, θανάσιμον.

     ᾿Επὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται.

     ᾿Επὶ διαῤῥοίῃ δυσεντερίη.

     ᾿Επὶ δυσεντερίῃ λειεντερίη.

     ᾿Επὶ σφακέλῳ ἀπόστασις ὀστέου.

     ᾿Επὶ αἵματος ἐμέτῳ φθορὴ, καὶ πύου κάθαρσις

ἄνω· ἐπὶ φθορῇ ῥεῦμα ἐκ τῆς κεφαλῆς· ἐπὶ ῥεύματι διάῤῥοια· ἐπὶ

διαῤῥοίῃ σχέσις τῆς ἄνω καθάρσιος· ἐπὶ τῇ σχέσει θάνατος.

     ῾Οκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν, καὶ τοῖσι κατὰ τὴν

κοιλίην ὑποχωρήμασι, καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας, καὶ ἤν που 

ἄλλῃ τῆς φύσιος ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον, ὀλίγη ἡ νοῦσος γίνε-

ται, ἢν πουλὺ, πολλὴ, ἢν πάνυ πουλὺ, θανάσιμον τὸ τοιοῦτον.

     ῾Οκόσοι ὑπὲρ τὰ τεσσαράκοντα ἔτεα φρενιτικοὶ γίνονται,

οὐ πάνυ τι ὑγιάζονται· ἧσσον γὰρ κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη

τῆς φύσιος καὶ τῆς ἡλικίης ἡ νοῦσος ᾖ.

     ῾Οκόσοισιν ἐν τῇσιν ἀῤῥωστίῃσιν οἱ ὀφθαλμοὶ κατὰ προ-

αίρεσιν δακρύουσιν, ἀγαθόν· ὁκόσοισι δὲ ἄνευ προαιρέσιος, κακόν.

     ῾Οκόσοισιν ἐν τοῖσι πυρετοῖσι τεταρταίοισιν ἐοῦσιν αἷμα ἐκ

τῶν ῥινῶν ῥυῇ, πονηρόν.

     ῾Ιδρῶτες ἐπικίνδυνοι ἐν τῇσι κρισίμοισιν ἡμέρῃσι μὴ γινόμε-

νοι, σφοδροί τε καὶ ταχέως ὠθούμενοι ἐκ τοῦ μετώπου, ὥσπερ στα-

λαγμοὶ καὶ κρουνοὶ, καὶ ψυχροὶ σφόδρα καὶ πολλοί· ἀνάγκη

γὰρ τὸν τοιοῦτον ἱδρῶτα πορεύεσθαι μετὰ βίης, καὶ πόνου ὑπερ-

βολῆς, καὶ ἐκθλίψιος πολυχρονίου.

     ᾿Επὶ χρονίῳ νουσήματι κοιλίης καταφορὴ, κακόν. 

     ῾Οκόσα φάρμακα οὐκ ἰῆται, σίδηρος ἰῆται· ὅσα σίδηρος

οὐκ ἰῆται, πῦρ ἰῆται· ὅσα δὲ πῦρ οὐκ ἰῆται, ταῦτα χρὴ νομίζειν

ἀνίατα.